Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων ἡ θάλασσα, μήτηρ Φοινίκων ἡ πόλις, Θηβαίων ὁ δῆμος πατήρ: δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος. Ἧι γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ

Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων θάλασσα, μήτηρ Φοινίκων πόλις, Θηβαίων δῆμος πατήρ: δίδυμοςλιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμακλείων τὸ πέλαγος. Ἧι γὰρ κόλποςκατὰ πλευρὰν ἐπὶ δεξιὰκοιλαίνεται, στόμα δεύτερονὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθιςεἰσρεῖ, καὶ γίνεται τοῦ λιμένοςἄλλος λιμήν, ὡς χειμάζειν μὲνταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸπροκόλπιον. [2] Ἐνταῦθα ἥκων ἐκπολλοῦ χειμῶνος σῶστρα ἔθυονἐμαυτοῦ τῇ τῶν Φοινίκων θεᾷ: Ἀστάρτην αὐτὴν οἱ Σιδώνιοικαλοῦσι. Περιϊὼν οὖν καὶ τὴν ἄλληνπόλιν καὶ περισκοπῶν τὰἀναθήματα, ὁρῶ γραφὴνἀνακειμένην γῆς ἅμα καὶθαλάττης. Εὐρώπης γραφή, Φοινίκων θάλασσα, Σιδῶνος γῆ. [3] Ἐν τῇ γῇ λειμὼν καὶ χορὸςπαρθένων: ἐν τῇ θαλάττῃ ταῦροςἐνήχετο, καὶ τοῖς νώτοις καλὴπαρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷταύρῳ πλέουσα. Ἐκόμα πολλοῖςἄνθεσιν λειμών, δένδρων αὐτοῖςἀνεμέμικτο φάλαγξ καὶ φυτῶν:συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰπέταλα: συνῆπτον οἱ πτόρθοι τὰφύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσινὄροφος τῶν φύλλων συμπλοκή. [4]Ἔγραψεν τεχνίτης ὑπὸ τὰ πέταλακαὶ τὴν σκιάν, καὶ ἥλιος ἠρέμα τοῦλειμῶνος κάτω σποράδην διέρρει, ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλωνκόμης ἀνέῳξεν γραφεύς. [p. 38] [5]Ὅλον ἐτείχιζε τὸν λειμῶναπεριβολή, εἴσω δὲ τοῦ τῶν ὀρόφωνστεφανώματος λειμὼν ἐκάθητο: αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰπέταλα τῶν φυτῶν στοιχηδὸνἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδακαὶ μύρριναι: ὕδωρ δὲ κατὰ μέσονἔρρει τοῦ λειμῶνος, τὸ μὲνἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸδὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖςπεριχεόμενον. [6] Ὀχετηγός τιςἐγέγραπτο δίκελλαν κατέχων καὶπερὶ μίαν ἀμάραν κεκυφὼς καὶἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. Ἐν δὲτῷ τοῦ λειμῶνος τέλει πρὸς ταῖςἐπὶ θάλατταν τῆς γῆς ἐκβολαῖς τὰςπαρθένους ἔταξεν τεχνίτης. [7]Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶςκαὶ φόβου: στέφανοι περὶ τοῖςμετώποις δεδεμένοι: κόμαι κατὰτῶν ὤμων λελυμέναι: τὸ σκέλος πᾶνγεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦχιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου, τὸγὰρ ζῶμα μέχρι γόνατος ἀνεῖλκετὸν χιτῶνα: τὸ πρόσωπον ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺςὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴνθάλατταν, μικρὸν ὑποκεχηνυῖαιτὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβουμέλλουσαι καὶ βοήν: [8] τὰς χεῖραςὡς ἐπὶ τὸν βοῦν ὤρεγον. Ἐπέβαινονἄκρας τῆς θαλάττης, ὅσον μικρὸνὑπεράνω τῶν ταρσῶν ὑπερέχειν τὸκῦμα: ἐῴκεσαν δὲ βούλεσθαι μὲν ὡςἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαιδὲ τῇ θαλάττῃ προσελθεῖν. Τῆς δὲθαλάττης χρόα διπλῆ: τὸ μὲν γὰρπρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεονδὲ τὸ πρὸς τὸ πέλαγος. [9] Ἀφρὸς δὲἐπεποίητο καὶ πέτραι καὶ κύματα: αἱπέτραι τῆς γῆς ὑπερβεβλημέναι, ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰςπέτρας λυόμενον εἰς τοὺς ἀφρούς. ταῦρος ἐν μέσῃ τῇ θαλάττῃἐγέγραπτο τοῖς κύμασιν [p. 39]ἐποχούμενος, ὡς ὄρουςἀναβαίνοντος τοῦ κύματος ἔνθακαμπτόμενον τοῦ βοὸς κυρτοῦταιτὸ σκέλος. [10] Ἡπαρθένος μέσοιςἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷτοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχοςχαλινοῦ: καὶ γὰρ βοῦς ἐπέστραπτοταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸςἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰστέρνα τῆς παρθένου μέχριςαἰδοῦς: τοὐντεῦθεν ἐπεκάλυπτεχλαῖνα τὰ κάτω τοῦ σώματος:λευκὸς χιτών, χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτοςὑπεφαίνετο. [11] Βαθὺς ὀμφαλός, γαστὴρ τεταμένη, λαπάρα στενή: τὸστενὸν εἰς ἰξὺν καταβαῖνονηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμαπροκύπτοντες: συνάγουσα ζώνητὸν χιτῶνα καὶ τοὺς μαζοὺςἔκλειε, καὶ ἐγίνετο τοῦ σώματοςκάτοπτρον χιτών. [12] Αἱ χεῖρεςἄμφω διετέταντο,